Επικρανθη! Ο Αδης Επικρανθη! (Κατηχητικος Λογος Αγιου Ιωαννου Χρυσοστομου)

(adsbygoogle = window.adsbygoogle || []).push({}); «Εἴ τις εὐσεβὴς καὶ φιλόθεος ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρᾶς πανηγύρεως, Εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ.Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τὸ δηνάριον. Εἴ τις ἀπὸτῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα. Εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω. Εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται. Εἴ τις ὑστέρησεν εἰς τὴν ἐννάτην, προσελθέτω, μηδὲν ἐνδοιάζων. Εἴ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην, μὴ φοβηθῇ τὴν βραδύτητα· φιλότιμος γὰρ ὢν ὁ Δεσπότης, δέχεται τὸν ἔσχατον, καθάπερ καὶτὸν πρῶτον. Ἀναπαύει τὸν τῆς ἑνδεκάτης, ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης. Καὶτὸν ὕστερον ἐλεεῖ, καὶ τὸν πρῶτον θεραπεύει, κᾀκείνῳ δίδωσι, καὶ τούτῳ χαρίζεται. Καὶ τὰ ἔργα δέχεται, καὶτὴν γνώμην ἀσπάζεται. Καὶ τὴν πρᾶξιν τιμᾷ, καὶ τὴν πρόθεσιν ἐπαινεῖ· οὐκοῦν εἰσέλθετε πάντες εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, καὶ πρῶτοι καὶ δεύτεροι τὸν μισθὸν ἀπολαύετε. Πλούσιοι καὶπένητες μετ’ ἀλλήλων χορεύσατε. Ἐγκρατεῖς καὶ ῥάθυμοι τὴν ἡμέραν τιμήσατε. Νηστεύσαντες καὶμὴ νηστεύσαντες, εὐφράνθητε σήμερον.Ἡ τράπεζα γέμει τρυφήσατε πάντες, ὁ μόσχος πολὺς μηδεὶς ἐξέλθῃ πεινῶν. Πάντες ἀπολαύετε τοῦ συμποσίου τῆς πίστεως. Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. Μηδείς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία. Μηδεὶς ὀδυρέσθω πταίσματα· συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε. Μηδεὶς φοβείσθω θάνατον· ἠλευθέρωσε γὰρ ἡμᾶς τοῦ Σωτῆρος ὁ θάνατος. Ἔσβεσεν αὐτόν, ὑπ’ αὐτοῦκατεχόμενος. Ἐσκύλευσε τὸν Άδην, ὁ κατελθὼν εἰς τὸν Άδην. Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκὸς αὐτοῦ, καὶ τοῦτο προλαβὼν Ἡσαΐας, ἐβόησεν· ὁ Άδης, φησίν, ἐπικράνθη συναντήσας σοι κάτω. Ἐπικράνθη, καὶ γὰρ κατηργήθη. Ἐπικράνθη, καὶ γὰρ ἐνεπαίχθη. Ἐπικράνθη, καὶ γὰρ ἐνεκρώθη. Ἐπικράνθη, καὶ γὰρ καθῃρέθη. Ἐπικράνθη, καὶ γὰρ ἐδεσμεύθη. Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν. Ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ. Ἔλαβεν, ὅπερ ἔβλεπε, καὶ πέπτωκεν, ὅθεν οὐκ ἔβλεπε. Ποῦ σου θάνατε τὸ κέντρον; ποῦ σου Άδη τὸ νῖκος; Ἀνέστη Χριστός, καὶ σὺκαταβέβλησαι. Ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες. Ἀνέστη Χριστός, καὶ χαίρουσιν Ἄγγελοι. Ἀνέστη Χριστός, καὶ ζωὴ πολιτεύεται. Ἀνέστη Χριστός, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος. Χριστὸς γὰρ ἐγερθείς ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Αὐτῷ ἡδόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν».http://feeds2.feedburner.com/blogspot/hellas-orthodoxy

ΤΕΛΕΥΤΑΙΕΣ ΑΝΑΡΤΗΣΕΙΣ

"Και πάλι κίνησα να 'ρθώ, Χριστέ μου"

  "Και πάλι κίνησα να 'ρθώ, Χριστέ μου, στην αυλή σου, να σκύψω στα κατώφλια σου τα τρισαγαπημένα, όπου με πόθο αχόρταγο το λαχταρεί η ψυχή μου. Η σάρκα μου … [...]

Πνευματικά Αναγνώσματα • Re: Σήμερα είναι :Τη ΙΘ΄ (19η) Μαϊου, του Αγίου Ιερομάρτυρος ΠΑΤΡΙΚΙΟΥ και των συν αυτώ ΑΚΑΚΙΟΥ, ΜΕΝΑΝΔΡΟΥ και ΠΟΛΥΑ

Πατρίκιος ο Άγιος Ιερομάρτυς και οι συν αυτώ Άγιοι Μάρτυρες Ακάκιος, Μένανδρος και Πολύαινος ηξιώθησαν των στεφάνων του Μαρτυρίου εις την Προύσαν της Μικράς Ασίας επί του … [...]

Προφητείες για τον Χριστό

Ιησούς Χριστός ο Αρχιπάρθενος, έργον αγιογραφείου Ι.Μ.Μ. Βατοπαιδίου 2015 Σειρά κηρυγμάτων με ομιλητή τον Αρχιμανδρίτη π. Επιφάνιο Χατζηγιάγκου με θέμα την ερμηνεία του … [...]