«Τον ήλιον κρύψαντα» – Βατοπαιδινός χορός

Τὸν ἥλιον κρύψαντα τὰς ἰδίας ἀκτίνας,
καὶ τὸ καταπέτασμα τοῦ ναοῦ διαρραγέν, τῷ τοῦ Σωτῆρος θανάτῳ,
ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ καὶ καθικετεύει λέγων·
δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ βρέφους ὡς ξένον ξενωθέντα ἐν κόσμῳ·
δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι μισοῦντες θανατοῦσιν ὡς ξένον·
δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπειν τοῦ θανάτου τὸ ξένον·
δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδεν ξενίζειν τοὺς πτωχούς τε καὶ ξένους·
δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ ἀπεξένωσαν κόσμῳ·
δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὃς ὡς ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλῖναι·
δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ Μήτηρ καθορῶσα νεκρωθέντα ἐβόα·
Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι,
καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα,
ἀλλὰ τῇ σῇ ἀναστάσει θαρροῦσα μεγαλύνω.
Καὶ τούτοις τοίνυν τοῖς λόγοις δυσωπῶν τὸν Πιλᾶτον
ὁ εὐσχήμων λαμβάνει τοῦ Σωτῆρος τὸ σῶμα,
ὃ καὶ φόβῳ ἐν σινδόνι ἐνειλήσας καὶ σμύρνῃ, κατέθετο ἐν τάφῳ
τὸν παρέχοντα πᾶσι ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.
%audio%

ΤΕΛΕΥΤΑΙΕΣ ΑΝΑΡΤΗΣΕΙΣ

Ο Άγιος Σιλουανός και ο Γέρων Σωφρόνιος

Ο Αρχιμανδρίτης Ζαχαρίας Ζάχαρου της Ι. Μ. Τιμίου Προδρόμου Έσσεξ Αγγλίας μιλάει για την πνευματική σχέση και τα κοινά βιώματα του αγίου Σιλουανού του Αθωνίτου και του … [...]

Πνευματικά Αναγνώσματα • Re: Σήμερα είναι :Τη ΚΑ΄ (21η) Μαϊου, μνήμη των Αγίων ενδόξων θεοστέπτων μεγάλων βασιλέων και Ισαποστόλων ΚΩΝΣΤΑΝΤΙΝΟΥ

Κωνσταντίνος ο μέγας και αοίδιμος πρώτος βασιλεύς των Χριστιανών, ο ιδρυτής της Κωνσταντινουπόλεως και της Βυζαντινής Αυτοκρατορίας, εγεννήθη εν Ναϊσώ, σημερινή Νίσση, … [...]

Ο Μέγας και Άγιος Κωνσταντίνος

Και μόνο το όνομα Κωνσταντίνος ν’ ακουσθεί, συγκινεί κάθε χριστιανική καρδιά, όχι μόνο σήμερα αλλά από πολλά χρόνια πριν, διότι συνδέεται με τους θρύλους της φυλής, … [...]