Για τα τριάντα χρόνια Αρχιερωσύνης του Πατριάρχη Αλεξανδρείας

ΤΟΥ ΣΕΒΑΣΜΙΩΤΑΤΟΥ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΚΥΡΗΝΗΣ
ΚΥΡΙΟΥ ΑΘΑΝΑΣΙΟΥ
ΕΠΙ ΤΗι ΤΡΙΑΚΟΝΤΑΕΤΗΡΙΔΙ ΤΗΣ ΑΡΧΙΕΡΑΤΕΙΑΣ
ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ΠΑΠΑ ΚΑΙ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΚΥΡΙΟΥ ΚΥΡΙΟΥ ΘΕΟΔΩΡΟΥ Β΄

Ἑόρτιος ἐπέτειος διαφαύσκει σήμερον τὸ στερέωμα τῆς Ἀλεξανδρινῆς Ἐκκλησίας ἡ Τριακονταετηρὶς τῆς Ἀρχιερατείας τοῦ Μακαριωτάτου Πάπα και Πατριάρχου τῆς Μεγάλης πόλεως Ἀλεξανδρείας, Λιβύης, Πενταπόλεως, Αἰθιοπίας, πάσης γῆς Αἰγύπτου καὶ πάσης Ἀφρικῆς, Πατρὸς Πατέρων, Ποιμένος Ποιμένων, Ἀρχιερέως Ἀρχιερέων, Τρίτου καὶ Δεκάτου τῶν Ἀποστόλων καὶ Κριτοῦ τῆς Οἰκουμένης Κυρίου Κυρίου Θεοδώρου Β΄.
Ἐπὶ τῇ ἐπετείῳ ταύτῃ ἀγάλλονται οἱ οὐράνιοι χοροὶ καὶ πανηγυρίζουσιν οἱ ἐπίγειοι δῆμοι. Αἱ προσωνυμίαι τοίνυν τῆς φήμης Αὐτοῦ τὰς παρὰ Θεοῦ καὶ ἀνθρώπων ἐμπεπιστευμένας Αὐτῷ χάριτας καὶ διακονίας σημαίνουσι. 
Ἀριθμοί τινες, θεωρούμενοι ὅτι ὁρίζουσιν ἓν πλῆρες, ἔλαβον παρ̉  ἀνθρώποις ἰδιαιτέραν σημασίαν. Τοιοῦτος εἶναι καὶ ὁ ἀριθμὸς τριάκοντα, ληφθεὶς προφανῶς ἐκ τῆς διαιρέσεως τοῦ ἐνιαυσίου κύκλου εἰς δώδεκα μῆνας. Ἐπὶ τῇ συμπληρώσει τριακονταετηρίδος ἐτελεῖτο ἡ ἑορτὴ τῆς ἀφιερώσεως τοῦ βασιλέως.
Ἡ τριακονταετηρὶς ἐθεωρήθη ὡς ἡ ὁλοκλήρωσις τῆς ζωῆς ἐν τῇ πλήρει ἀκμῇ αὐτῆς. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐβαπτίσθη κατὰ τὴν ἡλικίαν τῶν τριάκοντα ἐτῶν.
Ὡς λέγει ὁ Γελάσιος ὁ Κυζικηνός, “ἕως τοῦ τριακοστοετοῦς χρόνον διανύσας, ἵνα πᾶσαν ἡλικίαν εὐλογήσῃ, ἐπὶ τὸ βάπτισμα ἔρχεται”. Ὁ Πάπας καὶ Πατριάρχης Ἀλεξανδρείας Θεόδωρος Β΄, ἑορτάζων τὴν Τριακονταετηρίδα τῆς Ἀρχιερατείας Αὐτοῦ, ἀναφέρει ἑαυτὸν λαμπρὸν ἀφιέρωμα ἀθανάτου ζωῆς. 
Ἐκ τῆς περιφανοῦς ἐπάλξεως τῆς Τριακονταετηρίδος τῆς Ἀρχιερατείας τοῦ Πάπα καὶ Πατριάρχου Ἀλεξανδρείας Θεοδώρου Β΄ θεώμεθα τὴν ἱστορίαν καὶ τὴν παράδοσιν τῆς Ἐκκλησίας τῆς Ἀλεξανδρείας ἀπὸ τῆς ἱδρύσεως αὐτῆς ὑπὸ τοῦ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου μέχρι σήμερον.
Ὁ τανῦν λαμπρύνων τὸν Πατριαρχικὸν Θρόνον Ἀλεξανδρείας Πάπας καὶ Πατριάρχης Θεόδωρος Β΄ ἀποτελεῖ συνισταμένην ἱστορίας καὶ παραδόσεως, τελεσιουργῶν ἐν ἑαυτῷ τὴν μίμησιν τοῦ ἱδρυτοῦ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου. 
Ἡ μήτηρ τοῦ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου Μαρία, Κυρηναία, ἐκέκτητο ἐν Ἱεροσολύμοις περίοπτον οἶκον, χρηματίσαντα ὡς προτύπωσις τῆς οἰκουμενικῆς Ἐκκλησίας ἐπὶ γῆς.
Ἐν τῷ ὑπερῴῳ τοῦ οἴκου τούτου ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἵδρυσε τὴν Ἐκκλησίαν Αὐτοῦ καί, ὡς Μέγας Ἀρχιερεύς, ἐτέλεσε καὶ παρέδωσε τὸ Μυστήριον τῆς Θείας Εὐχαριστίας πρὸ τῆς Σταυρώσεως καὶ Ἀναστάσεως Αὐτοῦ. Ἐν τῷ οἴκῳ τούτῳ κατέφυγον οἱ Μαθηταὶ μετὰ τὴν Σταύρωσιν τοῦ  Κυρίου.  Ἐν τούτῳ  ἤκουσαν τὸ  ἄγγελμα τῆς Ἀναστάσεως.  Ἐν τούτῳ ἐτελέσθη ἡ 
ἐπιφοίτησις τοῦ Ἁγίου Πνεύματος. Ἐκ τῆς Πύλης τοῦ οἴκου τούτου, ἀνοιγείσης εἰς τὸν κόσμον, ὡμίλησεν ὁ Ἀπόστολος Πέτρος πρὸς τὰ συναθροισθέντα πλήθη, ὁρίζων ἐμφανῶς τὴν γενέθλιον ἡμέραν τῆς Ἐκκλησίας. 
Οἶκος εὐχαριστίας ἐχρημάτισεν ἐν τῇ ἐνεγκαμένῃ Κρήτῃ καὶ ὁ οἶκος τῆς πεφιλημένης μητρὸς Κλεοπάτρας τοῦ Πάπα καὶ Πατριάρχου Ἀλεξανδρείας Θεοδώρου Β΄. Ἐν τούτῳ ὁ κλητὸς τοῦ Θεοῦ εἰς Ἀρχιερατείαν ἐν τῷ Θρόνῳ τοῦ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου ἐκαλλιεργήθη ἐν εὐσεβείᾳ, χρηστότητι καὶ ἀφοσιώσει.
Ἡ ἀναπαυομένη ἐν τοῖς κόλποις τοῦ Θεοῦ μήτηρ Κλεοπάτρα ἐχρημάτισε τῷ Πάπᾳ καὶ Πατριάρχῃ Θεοδώρῳ Β΄ ὅ,τι καὶ ἡ μήτηρ Ἐμμέλεια τῷ Μεγάλῳ Βασιλείῳ καὶ ἡ μήτηρ Ἀνθοῦσα τῷ Ἱερῷ Ἰωάννῃ τῷ Χρυσοστόμῳ. 
Μεταβαίνων ἐκ Ῥώμης εἰς Ἀλεξάνδρειαν ὁ Ἀπόστολος καὶ Εὐαγγελιστὴς Μᾶρκος, ἵνα ἱδρύσῃ καὶ ὀργανώσῃ τὴν Ἐκκλησίαν αὐτῆς, ἐπεδήμησεν εἰς Κυρήνην, ἔνθα εἶχε καὶ συγγενεῖς, ὡς Κύπριος καὶ Κυρηναῖος ἐκ γονέων, καὶ ἵδρυσε τὴν Ἐκκλησίαν αὐτῆς, χειροτονήσας ἐπίσκοπον αὐτῆς τὸν Λούκιον. Μετήνεγκε τὴν ἐν Ἱεροσολύμοις ἐν τῷ οἴκῳ τῆς Κυρηναίας Μαρίας προτύπωσιν τῆς Κυρηναϊκῆς Ἐκκλησίας εἰς αὐτὴν τὴν Κυρήνην.  Μετὰ τὴν  Κυρήνην μετέβη εἰς Ἀλεξάνδρειαν, ἔνθα 
ἵδρυσε καὶ ὠργάνωσε τὴν Ἐκκλησίαν αὐτῆς. Ἡ Ἐκκλησία Ἀλεξανδρείας ἐμεγαλύνθη ὡς ὁ περίπυστος Πατριαρχικὸς Θρόνος τοῦ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου. Ἐν καιροῖς διωγμῶν ὁ Ἐπίσκοπος Μᾶρκος κατέλιπεν ἀντικαταστάτην Αὐτοῦ καὶ προσέτρεχεν εἰς τὴν Ἐκκλησίαν Κυρήνης πρὸς ἐνίσχυσιν καὶ στερέωσιν.
Ὁ Ἀπόστολος καὶ Εὐαγγελιστὴς Μᾶρκος καθωδήγησε τὰ βήματα τοῦ διαδόχου Αὐτοῦ πρὸς τὸν Πατριαρχικὸν Θρόνον Αὐτοῦ.
Ὡς Ἐκεῖνος διῆλθεν ἐκ Κυρήνης καὶ ἄλλων μερῶν, πορευόμενος πρὸς Ἀλεξάνδρειαν, οὕτω καὶ ὁ Πάπας καὶ Πατριάρχης Θεόδωρος Β΄, προοριζόμενος τῷ Πατριαρχικῷ Θρόνῳ, διῆλθε διὰ τὴς Κυρήνης, χειροτονηθεὶς παρὰ τοῦ μακαριστοῦ Γέροντος Αὐτοῦ Μεγάλου Πατριάρχου Ἀλεξανδρείας Κυροῦ Παρθενίου Ἐπίσκοπος Κυρήνης, καὶ ἐπισκοπεύσας καὶ ἐν Καμεροὺν καὶ Ζιμπάμπουε. 
Θεοπροπίᾳ πλουτῶν ὁ τῶν Ἀλεξανδρέων Ἀρχιερεὺς ὁ Πρῶτος Παρθένιος ὁ εὐρύνους, σάφ’ οἶδε Θεόδωρον ἄξιον ἄρασθαι Χριστοῦ Σταυρόν, οἷά τε Κυρηναῖος Σίμων, ἐφ  ᾧ ἔχρισε τοῦτον Πνεύματι Παναγίῳ Κυρήνης Ἐπίσκοπον ἐν τῇ εὐσήμῳ δεκάτῃ ἑβδόμῃ ἡμέρᾳ Ἰουνίου μηνός˙ οὐ γὰρ ἐσφάλη ὁ μέγας οὗτος ἀνὴρ ὁ μακάριος. 
Ὁ Ἀπόστολος καὶ Εὐαγγελιστὴς Μᾶρκος, ὑποδηθεὶς σανδάλια ἱεραποστολῆς κατὰ τὸ εἰρημένον “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων τὰ ἀγαθά”, διέτρεξε τὴν Ῥώμην. Ἀκολουθῶν τὸν πρωτοκάτοχον καὶ προστάτην Αὐτοῦ, ὁ Πάπας καὶ Πατριάρχης Θεόδωρος Β΄ τοιούτοις ποσὶ διατρέχει πᾶσαν τὴν ἠγαπημένην Ἀφρικήν.
Ἡ Ἀφρικὴ ἔγνωκεν Αὐτὸν ἐν πόλεσι καὶ ὄρεσι Πάπαν καὶ Πατριάρχην ἀεικίνητον, ἀνύστακτον καὶ ἀκάματον. 
Ἑορτάζοντι τὴν Τριακονταετηρίδα τῆς Ἀρχιερατείας Αὐτοῦ, δορυφοροῦσι τῷ Πάπᾳ καὶ Πατριάρχῃ Θεοδώρῳ Β΄ αἱ δύο θυγατέρες τοῦ Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου, ἥ τε θριαμβεύουσα Κυρήνη καὶ ἡ ἀγλαόθρονος Ἀλεξάνδρεια, φέρουσαι ἄνθη ἀμάραντα.

ΤΕΛΕΥΤΑΙΕΣ ΑΝΑΡΤΗΣΕΙΣ

Οι Νεοπαγανιστές και ο Απόστολος Παύλος

Βασικό στοιχείο στις διάφορες νεοπαγανιστικές ομάδες αποτελεί η εμπαθής, απαξιωτική, φανατισμένη και μέχρις ακροτήτων τοποθέτησή τους, απέναντι στο πρόσωπο του Κυρίου, … [...]