Δεύτε λάβετε φως εκ του ανεσπέρου φωτός και δοξάσατε Χριστόν τον αναστάντα εκ νεκρών.
Δόξα τη αγία και ομοουσίω και ζωοποιώ και αδιαιρέτω Τριάδι, πάντοτε, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας και τοις εν τοις μνήμασιν ζωήν χαρισάμενος.
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Ψάλλει ο Μακαριστός Γέροντας Εφραίμ της Αριζόνας