Το Ευαγγέλιο του Σαββάτου 25 Οκτωβρίου 2025. Ψυχοσάββατο Αγίου Δημητρίου. Εορτή της Ορθοδοξίας: Οι Άγιοι Μαρκιανός και Μαρτύριος οι Νοτάριοι και Μάρτυρες. Η Αγία Ταβιθά η εν Ιόππη θανούσα που ανέστησε ο Απόστολος Πέτρος. Κατά Λουκά: Η θεραπεία του δούλου ενός εκατόνταρχου. Ευαγγελικό απόσπασμα ημέρας από πρωτότυπο και σε νεοελληνική απόδοση.
Κατά Λουκά Άγιο Ευαγγέλιο, Κεφάλαιο Ζ'(7) 1-10
Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ρήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.
῾Εκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλε τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
ἀκούσας δὲ περὶ τοῦ ᾿Ιησοῦ ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν ᾿Ιουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
οἱ δὲ παραγενόμενοι πρὸς τὸν ᾿Ιησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο.
ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
ὁ δὲ ᾿Ιησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ᾿ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου.
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
ἀκούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· λέγω ὑμῖν, οὐδὲ ἐν τῷ ᾿Ισραὴλ τοσαύτην πίστιν εὗρον.
καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.
Οκτ 24, 2025Εκκλησία Online
Σε νοσοκομείο της Αθήνας ο τέως Μητροπολίτης Πάφου κ. Τυχικός













